Ωφέλιμα

Άγιε του Θεού Εφραίμ Μεγαλομάρτυς, πρέσβευε υπέρ ημών

Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἐν ὄρει τῶν Ἀμώμων ὥσπερ ἥλιος ἔλαμψας, καί μαρτυρικῶς, θεοφόρε, πρός Θεόν ἐξεδήμησας, βαρβάρων ὑποστάς ἐπιδρομάς, Ἐφραίμ Μεγαλομάρτυς τοῦ Χριστοῦ· διά τοῦτο ἀναβλύζεις χάριν ἀεί, τοῖς εὐλαβῶς βοῶσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σέ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σοῦ, πᾶσιν ἰάματα.

Κάθισμα
Ήχος β΄. Πρεσβεία Θερμή.
Προστάτης θερμός, αρτίως ώφθης Άγιε, εκφάνσει ημίν, των ιερών λειψάνων σου, τοις πόθω καταφεύγουσι, θεομάκαρ Εφραίμ τη πρεσβεία σου. δια τούτο βοώμεν σοι πιστώς. Χριστώ υπέρ πάντων Πάτερ πρέσβευε.

Μεγαλυνάρια
Χαίροις ο αθλήσας πάλαι στερρώς, και γνωσθείς αρτίως, Εκκλησία τη του Χριστού, τη ανακαλύψει των θείων σου Λειψάνων, Εφραίμ Ιερομάρτυς αξιοθαύμαστε.

Ώφθης και εδήλωσας εμφανώς, την κλήσον σου Πάτερ, και το τέλος σου το σεπτόν. όθεν προσκυνούντες, τα θεία Λείψανά σου, Εφραίμ Οσιομάρτυς, χάριν λαμβάνομεν.

Άγνωστος ετέλεις χρόνοις πολλοίς, και τη φανερώσει, των λειψάνων σου των σεπτών, έδειξας τω κόσμω, την σην πλουσίαν χάριν, θαυμάτων ενεργείας, Εφραίμ μακάριε.

Χαίροις των Οσίων ο κοινωνός, χαίροις των Μαρτύρων, ο ζηλώσας την αρετήν. χαίροις ο εν όρει, Αμώμων διαπρέψας, Εφραίμ μεγαλομάρτυς, διπλοίς εν σκάμμασι.

Χάριν αναβλύζεις θεία ροπή, και τους ασθενούντας, θεραπεύει η ση σορός. όθεν οι τη θεία Μονή σου προσιόντας, καρπούνται την υγείαν, ψυχήν και σώματος.

Έχων παρρησίαν προς τον Χριστόν, Εφραίμ θεοφόρε, καθικεύτευε εκτενώς, υπέρ της Μονής σου, τη σοι ανακειμένης, και πάντων των ζητούντων, την σην αντίληψιν.